PSEUDO-APOLLODORUS
Library · 1st–2nd century AD
Of Inachus and Melia, daughter of Ocean, were born sons, Phoroneus and Aegialeus.
Bibliotheca 2.1.1
IN THE TELLER’S WORDS
ἐπειδὴ δὲ τὸ τοῦ Δευκαλίωνος διεξεληλύθαμεν γένος, ἐχομένως λέγωμεν τὸ Ἰνάχειον. Ὠκεανοῦ καὶ Τηθύος γίνεται παῖς Ἴναχος, ἀφʼ οὗ ποταμὸς ἐν Ἄργει Ἴναχος καλεῖται. τούτου καὶ Μελίας τῆς Ὠκεανοῦ Φορωνεύς τε καὶ Αἰγιαλεὺς παῖδες ἐγένοντο. Αἰγιαλέως μὲν οὖν ἄπαιδος ἀποθανόντος ἡ χώρα ἅπασα Αἰγιάλεια ἐκλήθη, Φορωνεὺς δὲ ἁπάσης τῆς ὕστερον Πελοποννήσου προσαγορευθείσης δυναστεύων ἐκ Τηλεδίκης νύμφης Ἆπιν καὶ Νιόβην ἐγέννησεν. Ἆπις μὲν οὖν εἰς τυραννίδα τὴν ἑαυτοῦ μεταστήσας δύναμιν καὶ βίαιος ὢν τύραννος, ὀνομάσας ἀφʼ ἑαυτοῦ τὴν Πελοπόννησον Ἀπίαν, ὑπὸ Θελξίονος καὶ Τελχῖνος ἐπιβουλευθεὶς ἄπαις ἀπέθανε, καὶ νομισθεὶς θεὸς ἐκλήθη Σάραπις· Νιόβης δὲ καὶ Διός (ᾗ πρώτῃ γυναικὶ Ζεὺς θνητῇ ἐμίγη) παῖς Ἄργος ἐγένετο, ὡς δὲ Ἀκουσίλαός φησι, καὶ Πελασγός, ἀφʼ οὗ κληθῆναι τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Πελασγούς. Ἡσίοδος δὲ τὸν Πελασγὸν αὐτόχθονά φησιν εἶναι.
Having now gone through the family of Deucalion, we have next to speak of that of Inachus. Ocean and Tethys had a son Inachus, after whom a river in Argos is called Inachus. He and Melia, daughter of Ocean, had sons, Phoroneus, and Aegialeus. Aegialeus having died childless, the whole country was called Aegialia; and Phoroneus, reigning over the whole land afterwards named Peloponnese, begat Apis and Niobe by a nymph Teledice. Apis converted his power into a tyranny and named the Peloponnese after himself Apia; but being a stern tyrant he was conspired against and slain by Thelxion and Telchis. He left no child, and being deemed a god was called Sarapis. But Niobe had by Zeus (and she was the first mortal woman with whom Zeus cohabited) a son Argus, and also, so says Acusilaus, a son Pelasgus, after whom the inhabitants of the Peloponnese were called Pelasgians. However, Hesiod says that Pelasgus was a son of the soil.