PSEUDO-APOLLODORUS
Library · 1st–2nd century AD
Some say Medea herself killed the children she had borne Jason when she fled Corinth after sending the poisoned robe to Glauce.
Bibliotheca 1.9.28
IN THE TELLER’S WORDS
οἱ δὲ ἧκον εἰς Κόρινθον, καὶ δέκα μὲν ἔτη διετέλουν εὐτυχοῦντες, αὖθις δὲ τοῦ τῆς Κορίνθου βασιλέως Κρέοντος τὴν θυγατέρα Γλαύκην Ἰάσονι ἐγγυῶντος, παραπεμψάμενος Ἰάσων Μήδειαν ἐγάμει. ἡ δέ, οὕς τε ὤμοσεν Ἰάσων θεοὺς ἐπικαλεσαμένη καὶ τὴν Ἰάσονος ἀχαριστίαν μεμψαμένη πολλάκις, τῇ μὲν γαμουμένῃ πέπλον μεμαγμένον φαρμάκοις ἔπεμψεν, ὃν ἀμφιεσαμένη μετὰ τοῦ βοηθοῦντος πατρὸς πυρὶ λάβρῳ κατεφλέχθη, τοὺς δὲ παῖδας οὓς εἶχεν ἐξ Ἰάσονος, Μέρμερον καὶ Φέρητα, ἀπέκτεινε, καὶ λαβοῦσα παρὰ Ἡλίου ἅρμα πτηνῶν δρακόντων ἐπὶ τούτου φεύγουσα ἦλθεν εἰς Ἀθήνας. λέγεται δὲ καὶ ὅτι φεύγουσα τοὺς παῖδας ἔτι νηπίους ὄντας κατέλιπεν, ἱκέτας καθίσασα ἐπὶ τὸν βωμὸν τῆς Ἥρας τῆς ἀκραίας· Κορίνθιοι δὲ αὐτοὺς ἀναστήσαντες κατετραυμάτισαν. Μήδεια δὲ ἧκεν εἰς Ἀθήνας, κἀκεῖ γαμηθεῖσα Αἰγεῖ παῖδα γεννᾷ Μῆδον. ἐπιβουλεύουσα δὲ ὕστερον Θησεῖ φυγὰς ἐξ Ἀθηνῶν μετὰ τοῦ παιδὸς ἐκβάλλεται. ἀλλʼ οὗτος μὲν πολλῶν κρατήσας βαρβάρων τὴν ὑφʼ ἑαυτὸν χώραν ἅπασαν Μηδίαν ἐκάλεσε, καὶ στρατευόμενος ἐπὶ Ἰνδοὺς ἀπέθανε· Μήδεια δὲ εἰς Κόλχους ἦλθεν ἄγνωστος, καὶ καταλαβοῦσα Αἰήτην ὑπὸ τοῦ ἀδελφοῦ Πέρσου τῆς βασιλείας ἐστερημένον, κτείνασα τοῦτον τῷ πατρὶ τὴν βασιλείαν ἀποκατέστησεν.
They went to Corinth, and lived there happily for ten years, till Creon, king of Corinth, betrothed his daughter Glauce to Jason, who married her and divorced Medea. But she invoked the gods by whom Jason had sworn, and after often upbraiding him with his ingratitude she sent the bride a robe steeped in poison, which when Glauce had put on, she was consumed with fierce fire along with her father, who went to her rescue. But Mermerus and Pheres, the children whom Medea had by Jason, she killed, and having got from the Sun a car drawn by winged dragons she fled on it to Athens. Another tradition is that on her flight she left behind her children, who were still infants, setting them as suppliants on the altar of Hera of the Height; but the Corinthians removed them and wounded them to death. Medea came to Athens, and being there married to Aegeus bore him a son Medus. Afterwards, however, plotting against Theseus, she was driven a fugitive from Athens with her son. But he conquered many barbarians and called the whole country under him Media, and marching against the Indians he met his death. And Medea came unknown to Colchis, and finding that Aeetes had been deposed by his brother Perses, she killed Perses and restored the kingdom to her father.