PSEUDO-APOLLODORUS
Library · 1st–2nd century AD
Heracles armed the Thebans, routed the Minyans at the Cephisus, and slew Erginus; then he marched on Orchomenus and ended the tribute.
Bibliotheca 2.4.11
IN THE TELLER’S WORDS
ἀνακάμπτοντι δὲ αὐτῷ ἀπὸ τῆς θήρας συνήντησαν κήρυκες παρὰ Ἐργίνου πεμφθέντες, ἵνα παρὰ Θηβαίων τὸν δασμὸν λάβωσιν. ἐτέλουν δὲ Θηβαῖοι τὸν δασμὸν Ἐργίνῳ διʼ αἰτίαν τήνδε. Κλύμενον τὸν Μινυῶν βασιλέα λίθῳ βαλὼν Μενοικέως ἡνίοχος, ὄνομα Περιήρης, ἐν Ὀγχηστῷ Ποσειδῶνος τεμένει τιτρώσκει· ὁ δὲ κομισθεὶς εἰς Ὀρχομενὸν ἡμιθνὴς ἐπισκήπτει τελευτῶν Ἐργίνῳ τῷ παιδὶ ἐκδικῆσαι τὸν θάνατον αὐτοῦ. στρατευσάμενος δὲ Ἐργῖνος ἐπὶ Θήβας, κτείνας οὐκ ὀλίγους ἐσπείσατο μεθʼ ὅρκων, ὅπως πέμπωσιν αὐτῷ Θηβαῖοι δασμὸν ἐπὶ εἴκοσιν ἔτη, κατὰ ἔτος ἑκατὸν βόας. ἐπὶ τοῦτον τὸν δασμὸν εἰς Θήβας τοὺς κήρυκας ἀπιόντας συντυχὼν Ἡρακλῆς ἐλωβήσατο· ἀποτεμὼν γὰρ αὐτῶν τὰ ὦτα καὶ τὰς ῥῖνας, καὶ διὰ σχοινίων τὰς χεῖρας δήσας ἐκ τῶν τραχήλων, ἔφη τοῦτον Ἐργίνῳ καὶ Μινύαις δασμὸν κομίζειν. ἐφʼ οἷς ἀγανακτῶν ἐστράτευσεν ἐπὶ Θήβας. Ἡρακλῆς δὲ λαβὼν ὅπλα παρʼ Ἀθηνᾶς καὶ πολεμαρχῶν Ἐργῖνον μὲν ἔκτεινε, τοὺς δὲ Μινύας ἐτρέψατο καὶ τὸν δασμὸν διπλοῦν ἠνάγκασε Θηβαίοις φέρειν. συνέβη δὲ κατὰ τὴν μάχην Ἀμφιτρύωνα γενναίως μαχόμενον τελευτῆσαι. λαμβάνει δὲ Ἡρακλῆς παρὰ Κρέοντος ἀριστεῖον τὴν πρεσβυτάτην θυγατέρα Μεγάραν, ἐξ ἧς αὐτῷ παῖδες ἐγένοντο τρεῖς, Θηρίμαχος Κρεοντιάδης Δηικόων. τὴν δὲ νεωτέραν θυγατέρα Κρέων Ἰφικλεῖ δίδωσιν, ἤδη παῖδα Ἰόλαον ἔχοντι ἐξ Αὐτομεδούσης τῆς Ἀλκάθου. ἔγημε δὲ καὶ Ἀλκμήνην μετὰ τὸν Ἀμφιτρύωνος θάνατον Διὸς παῖς Ῥαδάμανθυς, κατῴκει δὲ ἐν Ὠκαλέαις τῆς Βοιωτίας πεφευγώς. προμαθὼν δὲ παρʼ Ἐυρύτου τὴν τοξικὴν Ἡρακλῆς ἔλαβε παρὰ Ἑρμοῦ μὲν ξίφος, παρʼ Ἀπόλλωνος δὲ τόξα, παρὰ δὲ Ἡφαίστου θώρακα χρυσοῦν, παρὰ δὲ Ἀθηνᾶς πέπλον· ῥόπαλον μὲν γὰρ αὐτὸς ἔτεμεν ἐκ Νεμέας.
As he was returning from the hunt, there met him heralds sent by Erginus to receive the tribute from the Thebans. Now the Thebans paid tribute to Erginus for the following reason. Clymenus, king of the Minyans, was wounded with a cast of a stone by a charioteer of Menoeceus, named Perieres, in a precinct of Poseidon at Onchestus; and being carried dying to Orchomenus, he with his last breath charged his son Erginus to avenge his death. So Erginus marched against Thebes, and after slaughtering not a few of the Thebans he concluded a treaty with them, confirmed by oaths, that they should send him tribute for twenty years, a hundred kine every year. Falling in with the heralds on their way to Thebes to demand this tribute, Hercules outraged them; for he cut off their ears and noses and hands, and having fastened them by ropes from their necks, he told them to carry that tribute to Erginus and the Minyans. Indignant at this outrage, Erginus marched against Thebes. But Hercules, having received weapons from Athena and taken the command, killed Erginus, put the Minyans to flight, and compelled them to pay double the tribute to the Thebans. And it chanced that in the fight Amphitryon fell fighting bravely. And Hercules received from Creon his eldest daughter Megara as a prize of valor, and by her he had three sons, Therimachus, Creontiades, and Deicoon. But Creon gave his younger daughter to Iphicles, who already had a son Iolaus by Automedusa, daughter of Alcathus. And Rhadamanthys, son of Zeus, married Alcmena after the death of Amphitryon, and dwelt as an exile at Ocaleae in Boeotia. Having first learned from Eurytus the art of archery, Hercules received a sword from Hermes, a bow and arrows from Apollo, a golden breastplate from Hephaestus, and a robe from Athena; for he had himself cut a club at Nemea.